Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ϲειρά: διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ εἴρω τὸ ϲημαῖνον τὸ ϲυμπλέκω γέγονεν εἰρά καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ϲειρά. οἱ δὲ Δωριεῖϲ διὰ τοῦ η γράφουϲιν αὐτὸ ϲηρά. καὶ ἐκ τούτου γνωρίζεται δίφθογγον ἔχειν· τρέπουϲι, γὰρ ἐκεῖνοι τὴν ει δίφθογγον εἰϲ η.