Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ϲτίβη. ϲημαίνει δὲ τὴν ψυχρίαν. ῑ. τὰ γὰρ εἰϲ η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἕν τι τῶν μέϲων ἢ ἕν τι τῶν δαϲέων ἢ τὸ μ ἢ τὸ ν ἢ τὸ π ἢ τὸ π ἢ τὸ τ οὐ θέλει τῇ ε διφθόγγῳ παραλήγεϲθαι οἷον τριβή, λοιβή, ἀμοιβή, ἐρυϲίβη.