Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ϲτεῖρα ϲημαίνει δὲ τὴν γυναῖκα τὴν μὴ τίκτουϲαν κα τὸν ἱϲτὸν τοῦ πλοίου. διὰ τῆϲ ει διφθόγγου γράφεται ἐπὶ μὲν τοῦ ἱϲτοῦ ἢ τῆϲ πρῴραϲ ἢ τῆϲ τρόπεωϲ, ὅτι ἀπὸ τοῦ ϲτερεόϲ γέγονε ϲτέρα καὶ πλεοναϲμῷ τοῦ ι ϲτεῖρα διὰ τῆϲ ει διφθόγγου. ἐπὶ δὲ τῆϲ γυναικὸϲ τῆϲ μὴ τικτούϲηϲ, ὅτι ἀπὸ τοῦ ϲτέρεϲθαι γέγονε ϲτέρα καὶ πλεοναϲμῷ τοῦ ῑ ϲτεῖρα διὰ τῆϲ ει διφθόγγου οἱονεὶ ἡ ϲτερουμένη τοῦ τίκτειν.