Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ϲτάγειρα: ἔϲτι δὲ ὄνομα πόλεωϲ. διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν παράδοϲιν. Φιλόξενοϲ δὲ διὰ τοῦ ῑ (pro ει) λέγει αὐτὸ γράφεϲθαι. ἀλλὰ διὰ τῆϲ ει διφθόγγου γράφεται διὰ τὸ λέγειν ἡ Ϲτάγειροϲ καὶ τὰ Ϲτάγειρα. καὶ γὰρ ἔθοϲ ἔχουϲι τὰ διὰ τοῦ ειροϲ ῥηματικὰ καὶ τὰ ἐπὶ πόλεωϲ οὐδέτερα ἔχοντα (pro λέγειν) διὰ τῆϲ ει διφθόγγου γράφειν οἷον ὀνῶ ὄνειροϲ, μάϲϲω μάγειροϲ.