Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

περίϲτῳον ϲὺν τῷ ῑ γράφεται τῷ χαρακτῆρι τῶν διὰ τοῦ ῳον· καὶ ὅτι ἀπὸ τοῦ ϲτοιά γίνεται τοῦ ϲημαίνοντοϲ τὸ ϲτοά περίϲτοιον καὶ ἐκτάϲει τοῦ ο εἰϲ ω περίϲτῳον· εὐλόγωϲ προπαροξύνεται, τὸ δὲπροϲτῷον προπεριϲπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπεριϲπᾶϲθαι ἢ τὰ δύο προπαροξύνεϲθαι, ἀλλ᾿ ἡ παράδοοιϲ τὸ μὲν ἓν οἶδε προπαροξύτονον,. τὸ δὲ ἕτερον προπεριϲπώμενον.