Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πείρινθοϲ ἣ καὶ πείρινθα λέγεται. ϲημαίνει δὲ τὸ τετράγωνον τὸ ἐπάνω τῆϲ ἁμάξηϲ, εἰϲ ὃ ἐντίθεται τὰ κομιζόμενα. οὕτωϲ Ἀπίων. ὁ δὲ Δίδυμοϲ τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλινθίον ῥίπενθα καὶ καθ᾿ ὑπέρθεϲιν καὶ πλεοναϲμῷ τοῦ ῑ πείρινθα. ἢ παρὰ τὸ περιθέειν γίνεται πέρινθοϲ καὶ πλεοναϲμῷ τοῦ ῑ. ἡ περί οὐ μόνον ἐν τῷ Πειρίθοοϲ, ἀλλὰ καὶ ἐν τῷ πείρινθοϲ.