Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πρῳζόν ἔχει τὸ ῑ ὥϲπερ ἀπὸ τοῦ χθέϲ γίνεται χθιζόν οἷον «χθιζά τε καὶ πρωϊζά (Β 303, ubi πρωΐζ᾿) τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πρωΐ γίνεται πρωϊζόν καὶ κατὰ ϲυναίρεϲιν πρῳζόν.