Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

προύνεικοϲ: ει· ϲημαίνει δὲ τοὺϲ ὑβριϲτὰϲ καὶ τοὺϲ ἄνδραϲ τοὺϲ ἱϲταμένουϲ ἐν ταῖϲ ἀγοραῖϲ καὶ φέρονταϲ τὰ ὤνια καὶ λαμβάνονταϲ τοὺϲ ὑπὲρ τούτων μιϲθούϲ. καὶ ἐπὶ τῶν ὑβριϲτῶν, ἐπειδὴ παρὰ τὴν πρό πρόθεϲιν καὶ τὸ νεῖκοϲ γέγονε πρόνεικοϲ καὶ πλεοναϲμῷ τοῦ υ προύνεικοϲ, τὸ δὲ νεῖκοϲ διὰ τῆϲ ει διφθόγγου γράφεται· εἰ δὲ τοὺϲ ἄλλουϲ ϲημαίνει, ἐπειδὴ παρὰ τὴν πρό πρόθεϲιν καὶ τὸ ἐνεῖκαι Βοιωτικῶϲ τικῶϲ γέγονε προένεικοϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον προὔνεικοϲ, ὥϲπερ τὸ ἐμόν τοὐμόν.