Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πρέϲβεια διὰ τῆϲ ει διφθόγγου γράφεται· ϲημαίνει δὲ τὴν γεγηρακθῖαν· τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. καὶ ἄλλωϲ τὰ ἀπὸ τῶν εἰϲ υϲ διὰ τοῦ εια παρεϲχηματιϲμένα — οὕτω καὶ πρέϲβυϲ πρέϲβεια. ἐκ τούτου δὲ γίνεται κατὰ ϲυγκοπὴν πρέϲβα. ἰϲτέον δὲ ὅτι ϲπανίωϲ πάνυ εὕρηται ἐν χρήϲει.