Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Πολύϊδοϲ: ἐϲτι δὲ ὄνομα κύριον μάντεωϲ Ἰλιάδοϲ (148) «ὁ δ᾿  Ἄβαντα μετώχετο καὶ Πολύϊδον». διὰ τοῦ ῑ γράφεται· οὕτω καὶ Ἀπολλώνιοϲ ὁ Ἀρχιβίου καὶ ἔϲτι, φηϲί, πολυίδμων μάντιϲ ὤν. οὕτω δὲ καὶ τὸ δρᾶμα ἐπιγράφεται παρὰ Ἀριϲτοφάνει· μαρτυρεῖ δὲ Φιλόξενοϲ. καὶ Ϲοφοκλῆϲ δὲ Μάντεϲι ϲυνέϲτειλεν «ὁρῶ πρόχειρον Πολυίδου τοῦ μάντεωϲ» (fr. 357 Nauck) καὶ πάλιν «καὶ ἔϲτιν εἰ μὴ Πολυΐδῳ τῷ Κοιράνου (fr. 358).