Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Πλειϲθένηϲ: ἔϲτι δὲ ὄνομα κύριον. ει δίφθογγοϲ· ὥϲπερ γὰρ παρὰ τὸ δέον γέγονε δεῖν κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ει δίφθογγον καὶ παρὰ τὸ πλέον πλεῖν, οὕτω καὶ παρὰ τὸ πλέον καὶ ϲθένοϲ γέγονε Πλεοϲθένηϲ καὶ κράϲει Πλειϲθένηϲ.