Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πῖλοϲ: ῑ. λέγουϲι δὲ ἀρϲενικόν· ϲημαίνει δὲ τὸ πιλίον, διὰ τοῦ ῑ τῷ λόγῳ τῶν διὰ τοῦ ιλοϲ καὶ ἄλλωϲ, παρὰ τὸ πιέζω πιέϲω γέγονεν οἱονεὶ πίελόϲ τιϲ ὢν καὶ κατὰ κρᾶϲιν τοῦ ῑ καὶ ε εἰϲ ἓν μακρὸν πῖλοϲ ὥϲπερ ἱερεύϲ ἱρεύϲ, ἱερόϲ ἱρόϲ. ὁ δὲ Ἀπολλώνιοϲ παρὰ τὸ πιλνῶ ῥῆμα, ὃ ϲημαίνει τὸ προϲπελάζω· καὶ γὰρ πιλνᾶται (φηϲί) καὶ ϲυνάπτεται, ἵνα καταϲκευαϲθῇ. οἱ δὲ παρὰ τὸ πελάζω, ἐπεὶ ϲυμπελάζεται ἀλλήλοιϲ τὰ ἔρια.