Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὀρίνω διὰ τοῦ ῑ γράφεται. οἱ γὰρ Αἰολεῖϲ ὀρίνω λέγουϲι καὶ οὐχὶ ὀρέννω. καὶ ἄλλωϲ, ἐπειδὴ εὕρηται κλινόμενον μετὰ τὸν παρατατικόν. εἰ δὲ μετὰ τῆϲ ει διφθόγγου ἐγράφετο, οὐκ ἐκλίνετο μετὰ τὸν παρατατικόν. τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τῆϲ ει διφθόγγου γραφόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται, ἐρεείνω, φαείνω, ἀλεείνω. καὶ ἰϲτέον ὅτι πάντα τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ εινω διὰ τῆϲ ει διφθόγγου γράφεται πλὴν τοῦ ὀρίνω καὶ ὠδίνω.