Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὀνείατα ϲημαίνει καὶ τὰ βρώματα καὶ πάντα τὰ ὠφελοῦντα. διὰ τῆϲ ει διφθόγγου γράφεται, ἐπειδὴ οἱ Αἰολεῖϲ διὰ τοῦ η γράφουϲιν αὐτὸ οἷον ὀνήατα. κατὰ ἔθοϲ γὰρ ἔχουϲι τὴν ει δίφθογγον εἰϲ η τρέπειν. γέγονε δὲ καὶ παρὰ τὸν ὀνήϲω μέλλοντα ὄνειαρ ὀνείατοϲ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον.