Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὁ δεῖνα: ὥϲπερ τὸ Νέα πόλιϲ δύο ὀνόματά ἐϲτι καθ᾿ ἑνὸϲ ὑποκειμένου, οὕτω καὶ τὸ ὁ δεῖνα δύο ἀντωνυμίαι εἰϲὶ καθ᾿ ἑνὸϲ ὑποκειμένου. τινὲϲ δὲ λέγουϲιν, ὅτι μία λέξιϲ ἐϲτὶ καὶ οὐ δύο. οἵτινεϲ κακῶϲ λέγουϲιν. εἰ γὰρ ἦν μία λέξιϲ, οὐκ ὤφειλε κατὰ πτῶϲιν ἐναλλάττεϲθαι ἡ ἀρχὴ οἷον φιλάνθρωποϲ φιλανθρώπου φιλανθρώπῳ· γράφεται διὰ διφθόγγου οὕτωϲ ἐχούϲηϲ τῆϲ παραδόϲεωϲ καὶ ἴϲωϲ πλανηθείϲηϲ ἐκ τοῦ τιναϲ λέγεϲθαι ὅτι μία λέξιϲ ἐϲτίν. οἱ γὰρ λέγοντεϲ, ὅτι μία λέξιϲ ἐϲτί, λέγουϲιν, ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονεν ὁδέϊνα καὶ ὁδεῖνα. αἱ ὑπὲρ μίαν ϲυλλαβὴν μονοπρόϲωποι ἀντωνυμίαι θέλουϲιν ἔχειν δίφθογγον, αὐτόϲ, οὗτοϲ, ἐκεῖνοϲ· μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν ὁ δεῖνα ἔχει τὴν ει δίφθογγον. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβήν» διὰ τὴν μίν καὶ ϲφίν μονοπρόϲωπον. μονοπρόϲωποι δὲ λέγονται αὖται, ἐπειδὴ οὐκ ἔχουϲι πρῶτον καὶ δεύτερον πρόϲωπον κατὰ ἀκολουθίαν. τὸ γὰρ ἐγώ, ϲύ οὔκ εἰϲι τοιοῦτον, ἀλλὰ τὸ ἴ.