Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ξεῖνοϲ διὰ διφθόγγου γράφεται· ὥϲπερ γὰρ ἀπὸ τοῦ κενόϲ γίνεται κεινόϲ κατὰ πλεοναϲμὸν τοῦ ῑ οἷον «κεινὴ δὲ τρυφάλεια ἅμ᾿  ἕϲπετο χειρὶ παχείῃ» (Γ 376), τὸν αὐτὸν τρόπον καὶ τὸ ξένοϲ γέγονε ξεῖνοϲ. μηδεὶϲ δὲ οἰέϲθω, ὅτι τὸ ξέννοϲ ἀπὸ τοῦ ξεῖνοϲ γέγονεν· οὐδέποτε γὰρ οἱ Αἰολεῖϲ τὸ ῑ τὸ ἀπὸ πλεοναϲμοῦ ἀποβάλλουϲι καὶ ἀναδιπλαϲιάζουϲι τὸ ϲύμφωνον οἷον τὸ κενόϲ γίνεται κεινόϲ καὶ οὐ λέγουϲι κέννοϲ ἀλλὰ ἀπὸ τοῦ ξένοϲ γέγονε ξέννοϲ. καὶ γὰρ πολλάκιϲ καὶ ἐπὶ βραχέων ποιοῦνται τοῦ ϲυμφώνου διπλαϲιαϲμὸν οἶον Ἔννη ἔϲτι δὲ ὄνομα πόλεωϲ· θεράπων θεράπων. οὕτω καὶ ξένοϲ ξέννοϲ.