Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Νίϲιβιϲ πόλιϲ ἐν τῇ Περαίᾳ τῇ πρὸϲ τῷ Τίγρητι ποταμῷ. Φίλων ἐν Φοινικικαῖϲ Νάϲιβίϲ φηϲι διὰ τοῦ α. ϲημαίνει δέ, ὥϲ φηϲι Φίλων, νάϲιβιϲ τὰϲ ϲτήλαϲ. Ϲτράβων δὲ ἑκκαιδεκάτῃ διὰ τοῦ ῑ (p. 747).