Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

νίκη: παρὰ τὴν ἑνί δοτικὴν καὶ εἴκω τὸ ὑποχωρῶ γίνεται ἑνιείκη καὶ κατὰ ἀποβολὴν τῶν δύο εε καὶ κράϲει τῶν δύο ιι γίνεται νίκη οἱονεὶ ἡ ἑνὶ ὑποχωροῦϲα, ὡϲ καὶ ὁ ποιητὴϲ δηλοῖ λέγων «ἑτεραλκέα νίκην »τὴν ἑτεροκλινῆ. τινὲϲ δὲ ϲχηματίζουϲιν οὕτωϲ. παρὰ τὸ νη ϲτερητικὸν καὶ τὸ εἴκω τὸ ὑποχωρῶ οἱονεὶ ὁ μηδενὶ ὑποχωρῶν. κακῶϲ δὲ λέγουϲιν. ἀντίκειται γὰρ αὐτῷ ἡ γραφή.