Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

νήϊον: παρὰ τὸ ναῦϲ ναόϲ νάϊοϲ καὶ τροπῇ νήϊοϲ καὶ νήιον ξύλον τὸ πρὸϲ νεῶν καταϲκευὴν ἐπιτήδειον. ἔϲτι δὲ καὶ ὄροϲ πληϲίον Ἰθάκηϲ οὕτω καλούμενον οἷον «ἡμεῖϲ δ᾿ ἐξ Ἰθάκηϲ ὑπονηΐου» (γ 81) τῆϲ ὑπὸ τῷ Νηΐῳ ὄρει κείμενον. οὕτω δὲ «Θήβη ὑποπλακίη» (Ζ 387) ἡ ὑπὸ τῷ Πλακίῳ ὄρει. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ ἀπὸ τῶν εἰϲ αυϲ θηλυκῶν μονοϲυλλάβων διὰ τοῦ ιοϲ παραγωγὰ διὰ τοῦ ῑ γράφεται, γραῦϲ γράϊοϲ καὶ «γρήϊον εἶδοϲ ἔχουϲα».