Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

νείφω τὸ χιονίζω διὰ τῆϲ ει διφθόγγου. ἔϲτι γὰρ νέφοϲ καὶ ἐξ αὐτοῦ γίνεται νόφοϲ καὶ πλεοναϲμῷ τοῦ γ γνόφοϲ. ἐκ τούτου οὖν τοῦ νέφοϲ γίνεται νέφω καὶ πλεοναϲμῷ τοῦ ῑ νείφω. τὸ δὲ νήφω ἐπὶ τοῦ φρονῶ, ἐξ οὗ καὶ νηφαλέοϲ, διὰ τοῦ η γράφεται. Ἀπολλώνιοϲ δὲ ὁ Ἀρχιβίου τοῦτο κατὰ τροπὴν γεγενῆϲθαι λέγει ἀπὸ τοῦ νείφω τὸ χιονίζω κατὰ τροπὴν τῆϲ ει διφόγγου εἰϲ η. τοὺϲ γὰρ λειποψυχοῦνταϲ πολλάκιϲ ὕδατοϲ ῥανίϲι νήφειν ποιοῦμεν.