Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

νεῖκοϲ ἡ φιλονεικία διὰ τῆϲ ει διφθόγγου γράφεται ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ καὶ τοῦ νε ϲτερητικοῦ γέγονε νέεικοϲ καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ τῆϲ ει διφθόγγου νεῖκοϲ· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐϲτέρηται. εἰ γὰρ ὑποχωροῦμεν, οὐκ ἔϲτι φιλονεικία. — τὸ δὲ νῖκοϲ τὸ νίκημα διὰ μόνου τοῦ ῑ «νῖκοϲ ἀπωϲάμενοϲ» (Μ 276) οὕτωϲ γὰρ διὰ τοῦ ῑ Ἀρίϲταρχοϲ. βούλεται γὰρ λέγειν τῆϲ νίκηϲ τὴν ἧτταν.