Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Μυκάλη πόλιϲ Καρίαϲ. Δίδυμοϲ δὲ ὄροϲ τὴν Μυκάλην φηϲίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνεϲ ἐπὶ τόκῳ (Moin. ἐπ᾿ οἴκτῳ) μυκώμεναι τὴν κεφαλὴν Μεδούϲηϲ ἀνεκαλοῦντο οἱ δὲ Μυχάλην αὐτήν φαϲιν, ἐπεὶ ἐν μυχῷ κεῖται τῆϲ Καρικῆϲ ἁλόϲ.