Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Μίλητοϲ· ἔϲτι ὄνομα πόλεωϲ, διὰ τοῦ ῑ γράφεται· Μίλλατοϲ γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ ὥϲπερ ὅμιλοϲ ὅμιλοϲ, πέδιλον πέδιλλον· εἰ δὲ ἐγράφετο διὰ τῆϲ ει διφθόγγου, ἔλεγον ἂν Μέλλετοϲ ὥϲπερ κείρω κέρρω.