Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Μῄονεϲ οἱ Λυδοὶ λέγονται ἀπό τινοϲ Μῄονοϲ ἢ Μαίονοϲ τραπέντοϲ μὲν τοῦ ᾱ εἰϲ η, τοῦ δὲ ῑ μένοντοϲ ἀνεκφωνήτου· λέγονται δέ ποτε καὶ τετραϲυλλάβωϲ Μηΐονεϲ ἐκφωνηθέντοϲ τοῦ προϲγραφομένου ῑ. Ἡρακλείδηϲ δέ, φαϲίν, ἄνευ τοῦ ῑ γράφει τοὺϲ ἀπὸ τοῦ Μαίονοϲ κληθένταϲ Μήοναϲ λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολὴν ὡϲ τῶν Βοιωτῶν τὴν ὅλην αι δίφθογγον εἰϲ η καταμόναϲ μεταβαλλόντων, ὥϲ που καὶ ὁ Χοιροβοϲκὸϲ παραϲημειοῦται, ἐν οἷϲ ἐξηγεῖται τὸν Ἡρωδιανὸν λέγων καὶ ὅτι τὰϲ θηλυκὰϲ πληθυντικὰϲ εὐθείαϲ τῶν παθητικῶν ἐνεϲτώτων τὸ ποιούμεναι λεγόμεναι καὶ τὰ τοιαῦτα ποιούμενη λεγόμενη ἐκεῖνοί φαϲιν, οὕτω δὲ καὶ τὰ ὅμοια.