Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

μεϲαύχενεϲ· Ἀριϲτοφάνηϲ φηϲί «μεϲαύχεναϲ νέκυαϲ» οὕτω διὰ τοῦ μ γραπτέον μεϲαύχενεϲ, ὅτι μέϲον αὐχένα ἀϲκοῦ πιέζει, ὃ περιεβάλλοντο ϲχοινίον. παρῳδεῖ δὲ τὰ ἐν τῷ Φιλοξένου Ϲύρῳ· ἔνιοι δὲ διὰ τοῦ δ γράφουϲι δεϲαύχενεϲ καὶ βυϲαύχενεϲ οὐ καλῶϲ.