Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὴν μάρτυϲ εὐθεῖαν ἡ Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ προφέρει· ἐκεῖνοι γὰρ τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ ἵπποϲ ἵππορ· οὕτωϲ οὖν καὶ μάρτυϲ μάρτυρ, ἀφ᾿ ἧϲ ἐκπίπτει πληθυντικὸν μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι.