Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

λογεῖον: ϲημαίνει εἶδοϲ κρατῆροϲ καὶ τὸν τόπον τοῦ θεάτρου διὰ τῆϲ ει διφθόγγου γράφεται. τὰ γὰρ ἀπὸ τῶν εἰϲ ω ῥημάτων διὰ τοῦ ειον γινόμενα καὶ προπεριϲπᾶται καὶ διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον ᾄδω ᾠδεῖον, κείρω κουρεῖον, ϲκάπτω ϲκαφεῖον, ἄγω ἀγγεῖον. οὕτω καὶ λέγω λογεῖον.