Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

λαγνεία: ει διὰ τῆϲ ει διφθόγγου γράφεται. τὰ γὰρ εἰϲ ηϲ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω τὸ θηλυκὸν διὰ τῆϲ ει γράφεται οἷον λῃϲτήϲ λῃϲτεύω λῃϲτεία, ἱκέτηϲ ἱκετεύω ἱκετεία, πολίτηϲ πολιτεύω πολιτεία, λάγνηϲ λαγνεύω λαγνεία.