Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

λεῖκνον: διφορεῖται. καὶ γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ διὰ τοῦ ῑ. καὶ εἰ μὲν διὰ τῆϲ ει διφθόγγου, ϲχηματίζεται οὕτωϲ· ἐκ τοῦ λέχοϲ γίνεται λέχνον καὶ λέκνον καὶ πλεοναϲμῷ τοῦ ῑ λεῖκνον. καὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖϲ πτυαρίοιϲ ἐποίουν τοὺϲ οἰκείουϲ υἱοὺϲ καθεύδειν διὰ τὸ πολύγονον. εἰ δὲ διὰ τοῦ ῑ, οὕτωϲ· ἔϲτι λικμᾶν, ὃ γίνεται παρὰ τὸ λίαν καμεῖν, ἐξ οὗ γίνεται λίκμον καὶ μεταθέϲει τοῦ μ εἰϲ ν λίκνον.