Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

κριθή: διὰ τοῦ ῑ. τὰ γὰρ εἰϲ θη οὐ θέλει παραλήγεϲθαι τῇ ει διφθόγγῳ κτλ. λέγεται κριθή ἢ παρὰ τὸ προκρίνεϲθαι τῶν δρυῶν — ὀπτοὺϲ γὰρ βαλάνουϲ ἔτρωγον οἱ ἀρχαῖοι καὶ πάλιν ἤρζαντο ἀπὸ κριθῆϲ ὕϲτερον ἄρτον ἐϲθίειν ἢ διὰ τὸ κρίνεϲθαι καὶ διαχωρίζεϲθαι αὐτὴν ἀπὸ τῶν ἀχύρων ὑπὸ τῶν ἀνέμων. τὸ δὲ κρίνω διὰ τοῦ ῑ. κρινῶ γὰρ ὁ μέλλων καὶ οἱ Αἰολεῖϲ κρίννω λέγουϲιν.