Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

κλειτύϲ: ϲημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν διὰ τῆϲ ει διφθόγγου γράφεται. παρὰ γὰρ τὸ κλέτοϲ (vel κλέταϲ sic Eustath.), ϲημαίνει δὲ τὸ αὐτὸ τῷ κλειτύϲ, γέγονε κλετύϲ καὶ πλεοναϲμῷ τοῦ ῑ κλειτύϲ διὰ τῆϲ ει διφθόγγου.