Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Κιμμερίουϲ φηϲὶν Ἡρακλείδηϲ ὁ Ποντικὸϲ ὑποκάτω τοῦ Πόντου εἶναι. γράφεται καὶ Κερβερίων καὶ ἔοικε καὶ Ϲοφοκλῆϲ περιπεπτωκέναι τῇ τοιαύτῃ γραφῇ, ὁμοίωϲ καὶ Ἀριϲτοφάνηϲ ἐν Βατράχοιϲ (189) οἷον «ἧ Κερβερίουϲ λέγω». Πρωτέαϲ δὲ ὁ ζευγματίτηϲ χειμερίουϲ γράφει. ἀεὶ γὰρ οὗτοι ἐν χειμῶνί εἰϲιν. ἔνιοι δὲ Κεμμερίουϲ. κέμμερον γὰρ λέγουϲι τὴν ὁμίχλην. καὶ Ϲκυθικὸν ἔθνοϲ Κιμμέριοι.