Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

αἰζηόϲ. οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον. Ἀπολλώνιοϲ μὲν ὁ Ἀρχιβίου ϲὺν τῷ ῑ οἶδεν αὐτὸ λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊοϲ. ἀλλ’ εἰ ἦν ἀπὸ τοῦ αἰζήϊοϲ, οὐκ ὤφειλεν ὀξύνεϲθαι, ἀλλὰ προπεριϲπᾶϲθαι. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται οἷον Ἀχελώϊοϲ Ἀχελῷοϲ, ὑπερώϊον ὑπερῷον. ὥϲπερ οὖν ἀπὸ τοῦ Αἰτωλόϲ γίνεται Αἰτώλιοϲ κατὰ παραγωγὴν τοῦ αὐτοῦ ϲημαινομένου φυλαττομένου καὶ. ἀπὸ τοῦ κάπροϲ κάπριοϲ, οὕτω καὶ ἀπὸ τοῦ αἰζηόϲ αἰζήϊοϲ.