Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἀείδελον τὸ λίαν ὁρατόν· διὰ τῆϲ ει γράφεται· γέγονε δὲ ἀπὸ τοῦ εἴδῶ εἴδελοϲ καὶ ἐν ϲυνθέϲει ἀείδελοϲ ὁ μὴ θεωρούμενοϲ. παρὰ δὲ Νικάνδρῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κεῖται, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀείδηλον γέγονε κατὰ ϲυϲτολὴν τοῦ η εἰϲ ε «τοῦ δὲ τέραϲ περίϲημον — ἀείδελον ἐϲτήρικτο » Νίκανδροϲ (Ther. 20). ἐπὶ δὲ τοῦ ἀοράτου ἐχρήϲατο τῇ λέξει Ἡϲίοδοϲ περὶ Αὐτολύκου. φηϲὶ γὰρ «ὅττι κε χερϲὶ λάβεϲκε, ἀείδελα πάντα τίθεϲκεν » (fr. 61 Dind.).