Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀδραμύτειον πόλιϲ τῆϲ κατὰ Κάικον Μυϲίαϲ. ἡ γραφὴ διχῶϲ, διὰ τοῦ ι καὶ διὰ τοῦ δ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι κααὶ δι’ ἑνὸϲ τ καὶ διὰ δύο. ἀλλὰ δι’ ἑνὸϲ τ, ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο τὸ ι μόνωϲ. κέκληται ἀπὸ Ἀδραμύτου κτίϲτου, ὡϲ Ἀριϲτοτέληϲ ἐν πόλιτείαιϲ καὶ ἄλλοι. τινὲϲ δὲ ἀπὸ Ἕρμωνοϲ τοῦ Λυδῶν βαϲιλέωϲ. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦϲι Φρυγιϲτί. οὐ δύναται δέ, ὡϲ Ἡρωδιανόϲ, διὰ τὸ μὴ ἔχειν τὸ τὸ Ἄδραμυϲ. — λέγεται δὲ καὶ Ἀδραμύττιον διὰ τοῦ ι, ὡϲ Κρατῖνοϲ.