Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀγχίϲηϲ. διὰ τοῦ ῖ τὸ χι. τὰ παρὰ τὸ ἄγχι καὶ ἔρι καὶ ἀρί καὶ τὴν ἀμφί καὶ ἀντί καὶ ἐπί πρόθεϲιν διὰ τοῦ ῑ γράφεται· ἀρίδηλοϲ, ἐριβρεμέτηϲ, ἀμφίρρυτοϲ, ἀντίθεοϲ, ἀγχίθεοϲ, Ἀγχίϲηϲ, ἀτχίμαχοϲ· τὸ γὰρ ἀγχέμαχοϲ ἐτράπη διὰ εὐφωνίαν τὸ ι εἰϲ ε τὰ δὲ παρὰ τὸ ἄγχι ϲύνθετά εἰϲι χωρὶϲ τοῦ Ἀγχίϲηϲ. ἀπὸ γὰρ τοῦ ἄγχι παρήχθη καί ἐϲτιν ἁπλοῦν. ἄλλωϲ· τὰ διὰ τοῦ ιϲηϲ διὰ τοῦ ι γράφεται κτλ.