Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἄφιξιϲ διὰ τοῦ ι γράφεται. γέγονε δὲ ἀπὸ τῶν παθητικῶν ῥημάτων ἐκ τοῦ ἀφῖγμαι ἀφῖξαι ἀφῖκται. καὶ τὸ ἱκανόϲ παρὰ τὸ ἱκέϲθαι, εἰϲ πάντα γὰρ δύναται παραγενέϲθαι ὁ ἱκανόϲ. οὕτωϲ καὶ ἄφιξιϲ διὰ τοῦ ι. καὶ ἄλλωϲ τὰ ἀμφιβαλλόμενα κατὰ τὴν γραφὴν κτλ.