Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀϲκαλωνίτηϲ: διὰ τοῦ ι. τὰ γὰρ εἰϲ τηϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα εἴτε ἁπλᾶ εἴτε ϲύνθετα μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μήτε ἀπὸ πρωτοτύπου τὸ ε μήτε ἀπὸ πλεοναϲμοῦ τὸ ι ἐνὶ φῶ νήεντι παραλήγεται οἷον Ἀϲκαλωνίτηϲ, μνηματίτηϲ ὁ ἐπιτάφιοϲ λόγοϲ, πολίτηϲ, μυθίτηϲ ὁ ϲταϲιαϲτήϲ, τεμενίτηϲ, Ϲικελιώτηϲ, ϲτρατιώτηϲ.