Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἀργυροδίνηϲ παρὰ τὸ δίνη ἡ ϲυϲτροφή. διὰ τοῦ ι γράφεται διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ινη καὶ πάλιν οἱ Αἰολεῖϲ δίναϲ λέγουϲι καὶ οὐ δέννοϲ. ἐὰν γὰρ δέννοϲ, διὰ τῆϲ ει διφθόγγου ἤμελλε γράφεϲθαι, ἀλλὰ δίναϲ λέγουϲιν ἤγουν διὰ τοῦ ι. διὰ τοῦτο καὶ τὸ παρ’ αὐτὸ ἀργυροδίνηϲ διὰ τοῦ ι γράφεται. Καὶ ἄλλωϲ δὲ τὰ διὰ τοῦ ινηϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον.