Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἀντίοϲ: παρὰ τὸ ἀντῶ ῥῆμα βαρύτονον γίνεται, ἀντῶ περιϲπώμενον, ἀφ’ οὗ ἄντην ἐπίρρημα καὶ ἀντίοϲ, ὅθεν καὶ διὰ τοῦ ι γράφεται. τὰ παρὰ ἐπιρρημάτων γινόμενα διὰ τοῦ ιοϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται οἷον ἶφι ἶφιοϲ, πρωΐ πρώϊοϲ. οὕτω καὶ ἄντην ἀντίοϲ. κατὰ τόνον μόνον ῆμαρτε καὶ οὐ κατὰ γραφήν.