Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἀνηρείψαντο οἱ θεοὶ ἀπὸ τῆϲ γῆϲ ἀνήρπαϲαν. δίφθογγοϲ τὸ ρει. ἀνερέψαντο γάρ. ἔϲτιν ἔρα ἡ γῆ, ἐκ τούτου γίνεται ἐρέπτω τὸ εἰϲ γῆν καταβάλλειν καὶ ἀνερέπτω καὶ πλεοναϲμῷ τοῦ ι ἀνερείπτω καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο.