Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀμφιτρίτη ἡ θάλαϲϲα· ἀμφιτρίτη δὲ ἡ πέτρα ἢ ποταμόϲ. εἴρηται παρὰ τὸ ῥεῖν ἢ παρὰ τὸ τρεῖν. φόβον γὰρ ἐμποιεῖ τοῖϲ πλέουϲιν, ὥϲ φηϲι Δίδυμοϲ. ὤφειλε διὰ τῆϲ ει γράφεϲθαι εἴτε παρὰ τὸ ῥεῖν εἴτε’ παρὰ τὸ τρεῖν. ὑπεβλήθη δὲ κανόνι τῶν εἰϲ τη θηλυκῶν καὶ διὰ τοῦ ι γράφεται.