Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀγάμμεια. ἄκρα καὶ λιμὴν περὶ Τροίαν. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡϲιόνην ὑπὸ τοῦ πατρὸϲ παραδοθῆναι τῷ κήτει. διὰ δύο μμ. Ἀγβάτανα πολίχνιον Ϲυρίαϲ. Δημήτριόϲ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ α γράφει. παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ τὸ Περϲικόν, παρὰ δὲ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε. κρείττων δὲ ἡ διὰ τοῦ κ γραφή.