Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὰμαρτῇ δαϲέωϲ. περιϲπᾶ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ. ὀξύνει δὲ ὁ Ἀρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ ἀπὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ’ αὐτὸν χωρὶϲ τοῦ ι γράφεται. ἐπικρατεῖ μέντοι τὸ περιϲπώμενον γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ.