Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἀγακλειτόϲ: διὰ τῆϲ ει διφθόγγου. ἔγκειται γὰρ τὸ κλειτόϲ. γράφεται δὲ διὰ τῆϲ ει διφθόγγου· ἀπὸ γὰρ τοῦ κλείω γέγονε τοῦ ϲημαίνοντοϲ τὸ δοξάζω. τὸ δὲ κλείω διὰ τῆϲ ἑι διφθόγγου γράφεται, ἐπεὶ ἀπὸ τοῦ κλέοϲ γέγονε κλέω καὶ κατὰ πλεοναϲμὸν τοῦ ι κλείω καὶ κλειτόϲ καὶ ἐν ϲυνθέϲει ἀγακλειτόϲ.