Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ διὰ τοῦ ιαϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἀρϲενικὰ διὰ τοῦ ι γράφεται οἷον Χαβρίαϲ, Ἱππίαϲ, φρονηματίαϲ, Κινηϲίαϲ, Ϲωϲίαϲ, πωγωνίαϲ, Γλαυκίαϲ, τοξίαϲ, Λυϲίαϲ, Ἀγρίαϲ, Γοργίαϲ, Φανίαϲ, τραυματίαϲ, ὀνοματίαϲ. τὸ γὰρ Αἰνείαϲ καὶ Αὐγείαϲ καὶ Ἑρμείαϲ ἐκ τοῦ Αἰνέαϲ καὶ Αὐγέαϲ καὶ Ἑρμέαϲ πλεοναϲμῷ τοῦ ι γέγονεν. ὡϲαύτωϲ καὶ παρείαϲ ὁ ὄφιϲ διὰ τῆϲ ει διφθόγγου, τὸ δὲ Παρίαϲ κύριον διὰ τοῦ ι γράφεται.

[*](l. 3 περὶ ποϲ. 294, 27, Choer. 168, 6, unde E. M. 92, 1 translatum est, 171, 26; 182, 6; 193, 3; 249, 11; 230, 10; 230, 12; 269, 27, An Ox. II 352, 4 Arc. 27, 17 et 18, 5. l. 9 Choer. 269, 27; 176, 29; 249, 21; de Ὠρίων 280, 16.)[*](l. 14 Choer. 250, 33 et 229, 3. l. 17 Choer. 218, 5; 229, 10; 238, 22. l. 21 Choer. 250, 15. l. 24 Choer. 270, 29, περὶ ποϲ. 295. 13, Theogn. 44, 13 cf. Ahrens Philcl. XXIII p 12 not. l. 28 Choer Orth. 180, 16; 229, 26; 263 11; 176, 4; 176, 10. Theogn. 42, 20, περί ποϲ. 288, 32, Choer. Dict. 32, 9.)
435

Περὶ τῶν εἰϲ ηϲ.

Τὰ εἰϲ οϲ ἀρϲενικὰ εἴτε ἀπὸ εὐθείαϲ εἴτε ἀπὸ γενικῆϲ ποιοῦντα πατρωνυμικὰ ἢ τύπον πατρωνυμικὸν ἔχοντα εἰϲ δηϲ διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν, Κρονίδηϲ, Κλυτίδηϲ, Πριαμίδηϲ, Τανταλίδηϲ, Ἑκτορίδηϲ, Πελοπίδηϲ, Κεκροπίδηϲ, Μεμνονίδηϲ, Φοινικίδηϲ, Λεωνίδηϲ, Ἀπολλωνίδηϲ, Βηλίδηϲ, Κοδρίδηϲ, Λαγίδηϲ, Ὑπερίδηϲ — ὥϲπερ γὰρ παρὰ τὴν ἀνά πρόθεϲιν γίνεται Ἄνιοϲ καὶ παρὰ τὴν ὑπό Ὕπιοϲ ποταμόϲ, οὕτω καὶ παρὰ τὴν ὑπέρ ὕπεροϲ καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδηϲ — Εὐριπίδηϲ. τύπου δὲ πατρωνυμικοῦ ὄντα παρετάθηϲαν διὰ τῆϲ ει Λυϲιθείδηϲ, Κηκείδηϲ, Κυθνείδηϲ, Ὠρείδηϲ, Ἐχεφυλλείδηϲ, Ϲκυθρωπείδηϲ, Θαρρελείδηϲ, Φιλομηλείδηϲ «Φιλομηλείδῃ ἐπάλαιϲεν ἀναϲτάϲ» (Od. δ 343).

Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἰϲ τὴν ου δίφθογγον ἐχόντων τὴν γενικὴν διὰ τοῦ ιδηϲ γινόμενα διὰ τοῦ ι γράφεται οἷον Λυκάμβηϲ Λυκάμβου Λυκαμβίδηϲ, κορυνήτηϲ κορυνήτου Κορυνητίδηϲ, Βούτηϲ Βούτου Βουτίδηϲ.

Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται, Εὐτυχίδηϲ, Πλειϲθενίδηϲ, Ἀχαιμενίδηϲ· εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆϲ ει Εὐήρηϲ Εὐηρείδηϲ, Εὐκλείδηϲ, Ἡρακλείδηϲ, Χαρικλείδηϲ. τὸ δὲ Θουκυδίδηϲ, Θραϲυμηδίδηϲ, Δικηρίδηϲ τύπου ἔχονται πατρωνυμικοῦ.

Τὰ ἀπὸ τῶν εἰϲ ϲῦϲ ὄντα πατρωνυμικὰ διὰ τῆϲ ει θέλει γράφεϲθαι, Πηλείδηϲ, Ἀτρείδηϲ, Αἰγείδηϲ, Νηλείδηϲ, Βαϲιλείδηϲ, Οἰνείδηϲ· τὸ δὲ Ἀλκείδηϲ ἀπὸ τοῦ Ἀλκαῖοϲ τροπῇ τῆϲ αι διφθόγγου εἰϲ τὴν ει.

Τὰ ἀπὸ τῶν εἰϲ ωϲ Ἀττικῶν διὰ τῆϲ ει γράφεται, ὁ Νείλεωϲ τοῦ Νείλεω Νειλείδηϲ ὁ υἱὸϲ τοῦ Νείλεω, ὁ Εὔνεωϲ τοῦ Εὔνεω Εὐνείδηϲ.

Τὰ εἰϲ δηϲ μητρωνυμικὰ διὰ τοῦ ι γράφεται οἷον Λητωΐδηϲ ὁ υἱὸε τῆϲ Λητοῦϲ, Λαναΐδηϲ ὁ υἱὸϲ τῆϲ Λανάηϲ, Φιλυρίδηϲ ὁ υἱὸϲ Φιλύραϲ. ὅθεν Νιοβίδηϲ ὁ τῆϲ Νιόβηϲ. ὅθεν τὸ Φιλομηλείδηϲ τὸ παῤ Ὁμήρῳ οὐ λέγομεν εἶναι πατρωνυμικὸν οὐδὲ λέγομεν τὸν υἱὸν τῆϲ Φιλομήλαϲ. ὄνομα κύριόν ἐϲτιν. εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ὤφειλεν εἶναι καὶ ὁ Διονύϲιοϲ λέγει ὅτι ἀπὸ μητέρων οὐ ϲχηματίζει πατρωνυμικὸν ὁ Ὅμηροϲ.

Τὰ διὰ τοῦ ινηϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον, Αἰϲχίνηϲ, Ϲμικρίνηϲ, Λεπτίνηϲ, ἀργυροδίνηϲ.

[*](l. 2 hunc canonem composui ex E. M. 165, 39 seqq. Choer. Orth. 184, 33 201. 7; 230, 19; 235, 25; 256, 33; 270, 17, περὶ ποϲ. 298 et 299. ln extremis verbis secutus sum Lob. Parall. p. 5 pro Κηδείδηϲ Κηκείδηϲ et pro Θαρραλείδηϲ Θαρρελείδηϲ scribentem, pro Καλλείδηϲ et Ἀχιλλείδηϲ inextricabilibus posui Κυθνείδηϲ ex Choer. 201, 7 et Ὠρείδηϲ ex Schol. ad Apoll. Β 110: Ὠρείδηϲ διὰ τῆϲ ει διφθόγγου ἡ παραλήγουϲα. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ τρίτῳ τῆϲ καθόλου.)[*](l. 13 περὶ ποϲ. 298, 30. l. 17 E. M. l. c., περὶ ποϲ. 299, 1. l. 22 E. M. l. c., Choer. 173, 21; 186, 1; 202, 29; 245, 10. l 25 E. M. l. c., περὶ ποϲ. 298, 20, Choer. 245, 9. l. 27 E. M. l. c., περὶ ποϲ. 299, 9. l. 34 Choer. 171, 3, Theogn. 44, 3.)
436

Τὰ διὰ τοῦ ιϲηϲ πάντα διὰ τοῦ ι γράφεται οἷον Ἀγχίϲηϲ, Ἀντίϲηϲ, Ἀμφίϲηϲ, Ἐρίϲῃϲ ὄνομα κύριον, Κυρίϲηϲ ποταμὸϲ Κελτικῆϲ, Τιπανίϲηϲ ἐθνικόν.

Τὰ εἰϲ ιτηϲ παρώνυμα μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μήτε ἀπὸ πρωτοτύπου τὸ ε διὰ τοῦ ι γράφεται, Μεμφίτηϲ, τοπίτηϲ, πολίτηϲ, Ναυκρατίτηϲ, τεμενίτηϲ, Ἀϲκαλωνίτηϲ, βωνίτηϲ, ἐπαλξίτηϲ, Θερϲίτηϲ, λοχίτηϲ, μεϲίτηϲ, Μαργίτηϲ, Ταυρομενίτηϲ, Φαϲηλίτηϲ, Χρυϲίτηϲ, ζευγίτηϲ, ϲτυλίτηϲ, ἑρκίτηϲ, ϲτεφανίτηϲ, πυρίτηϲ, ὁδίτηϲ, μαγνίτηϲ, φεγγίτηϲ, λυχνίτηϲ καὶ εἴ τι ὅμοιον. πρόϲκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο» διὰ τὸ ἀλείτηϲ· ἀντιπαράκειται γὰρ αὐτῷ ἀλοίτηϲ. καθόλου δὲ τὰ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον ἐν τοῖϲ ῥήμαϲιν ὥϲπερ ϲπείρω ϲπορά καὶ φθείρω φθορά, οὕτωϲ ἀλείτηϲ ἀλοίτηϲ κατὰ διάλεκτον Αἰολικήν· οἱ γὰρ Αἰολεῖϲ τὴν ει δίφθογγον εἰϲ οι τρέπουϲι· τὸ γὰρ ὄνειροϲ ὄνοιροϲ λέγουϲι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ τὸ ἁμαρτάνω ἀλείτηϲ ὁ ἁμαρτωλόϲ παρὰ τὸ τὰϲ λιτὰϲ μὴ τηρεῖν· ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτηϲ ἠξίου διὰ τοῦ ι γράφεϲθαι· ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου. πρόϲκειται «μὴ ἀπὸ πρωτοτύπου τὸ ε ἔχοντα»· τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειτηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφει τὴν παραλήγουϲαν οἷον ἱερεύϲ ἱερείτηϲ, Ϲαμαρεύϲ Ϲαμαρείτηϲ, Ἀταρνεύϲ Ἀταρνείτηϲ. τὸ δὲ τραπεζίτηϲ ἐπὶ διαφόρου ϲημαϲίαϲ διάφορον ἔϲχε τῆϲ παραληγούϲηϲ τὴν γραφήν. ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾶ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ τὸ τράπεζα· ἐπὶ δὲ τοῦ κυνόϲ, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει διφθόγγου γράφεται. τοῦτο δὲ παῤ Ἰβύκῳ εἴρηται κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ η. ἔτι τὰ παρὰ τῶν εἰϲ εια γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, Ζέλεια Ζελείτηϲ, Καυκώνεια Καυκωνείτηϲ, Δικαιάρχεια Δικαιαρχείτηϲ, Ἀγνώνεια Ἀγνωνείτηϲ, Μαρώνεια Μαρωνείτηϲ. ἔτι τὰ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἢ γενικῆϲ τὸ ε παραληγομένηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ε καὶ ι Ὠρείτηϲ. Ἕλοϲ Ἕλεοϲ Ἑλεΐτηϲ καὶ Ἑλείτηϲ. ἔδει οὖν καὶ ἀπὸ τοῦ Βορυϲθένηϲ Βορυϲθένεοϲ Βορυϲθενείτηϲ διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτηϲ. οὐδὲ τῷ ἑρκίτηϲ· οὐ γὰρ ἀπὸ τῆϲ γενικῆϲ ἀλλ᾿  ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ταῦτα καὶ εἰκότωϲ ἔχει τὸ ι τὸ δὲ Βορυϲθένηϲ οὐκ εἰϲ οϲ λήγει. ἀλλ᾿  ἠκολούθηϲε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι, τὰ γὰρ διὰ διφθόγγου ὀλίγα· ἔτι καὶ πάντα παρὰ τὸ ῥέειν διὰ τῆϲ ει διφθόγγου γράφεται, εὐρρείτηϲ, βαθυρρείτηϲ, ἀκαλαρρείτηϲ ὁ ἡϲύχωϲ ῥέων. ἀκαλὸν γὰρ παρὰ Ϲικελοῖϲ τὸ ἥϲυχον.

[*](l. 1 Choer. 170, 1, E. M. 14, 57. l. 4 Choer. Orth. 169, 7, περὶ ποϲ. 292 32, Theogn. 45, 5. De Ζελείτηϲ Ὠρείτηϲ Βορυϲθενείτηϲ quae proposui, sumpta sunt ex St. B. s. Ὠρεόϲ et Βορυϲθένηϲ; praeterea consului Choer. 184, 29 (E. M. 218, 23); 200, 16; 217, 31; 230, 27; 236, 29; 239, 23; 239, 24; 264. 4 et 5; 270 28; 216, 18: 169, 14 coll. E. Gud. 33, 20, Ep. Cr. l 98, 29, Choer. 169, 28 256, 11; 280, 17.)
437

Περὶ τῶν εἰϲ ιϲ.

Τὰ εἰϲ ριϲ βαρύτονα τῇ ει διφθόγγῳ οὐ παραλήγεται οἷον ἔριϲ, ἶριϲ, ἔϲτι δὲ εἶδοϲ ὀρνέου, καὶ Ἶριϲ, δῆριϲ, Ϲῖριϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ Φοινίκηϲ, ξῖριϲ, ἔϲτι δὲ εἶδοϲ ἀρωματικοῦ φυτοῦ, κῖριϲ, ἔϲτι δὲ εἶδοϲ ἱέρακοϲ· λέγεται δὲ καὶ παρὰ Κυπρίοιϲ Κῖριϲ ὁ Ἄδωνιϲ, παρὰ δὲ Λάκωϲιν ὁ λύχνοϲ. πρόϲκειται «βαρύτονα» διὰ τὸ χειρίϲ χειρῖδοϲ.

Περὶ τῶν εἰϲ οϲ.

Τὰ διὰ τοῦ ιοϲ διϲύλλαβα ἀρϲενικὰ τὴν ει δίφθογγον ἀποϲτρέφεται, βίοϲ, βιόϲ τὸ τόξον, δῖοϲ, Δῖοϲ τὸ κύριον, ἴοϲ ὁ μόνοϲ, ἰόϲ τοῦ ὄφεωϲ, μνιόϲ ὁ ἁπαλόϲ παῤ Εὐφορίωνι, Χῖοϲ ὁ πολίτηϲ τῆϲ Χίου. Θρῖοϲ ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ ὄνομα κύριον, Κρῖοϲ ὄνομα Τιτᾶνοϲ καὶ κριόϲ ὁ προηγούμενοϲ τῆϲ ποίμνηϲ παρὰ τὸ κεκρίϲθαι τὰϲ τρίχαϲ· διαφέρουϲι γὰρ αἱ τρίχεϲ τοῦ κριοῦ τῶν ἄλλων ζῴων. τινὲϲ δὲ λέγουϲι παρὰ τὸ κέραϲ γίνεϲθαι κεριόϲ καὶ ϲυγκοπῇ κριόϲ. οὐ καλῶϲ. κεραῖοϲ γὰρ ὤφειλεν εἶναι ὡϲ κνέφαϲ κνεφαῖοϲ, οὖδαϲ οὐδαῖοϲ. πρόϲκειται «ἀρϲενικά» διὰ τὸ νειόϲ, ὃ ϲημαίνει. τὴν ἀρουραίαν γῆν. ἔϲτι δὲ θηλυκόν. ϲεϲημείωται ταῦτα· θεῖοϲ, Κεῖοϲ ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ, οὕτω δὲ λέγουϲιν οἱ Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ. χρεῖοϲ παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖοϲ — ϲημαίνει δὲ τὸν Διόνυϲον· ἔϲτι δὲ καὶ ὄνομα πόλεωϲ — διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό, τινὲϲ δὲ διὰ τῆϲ ει διφθόγγου.

Τὰ ἀπὸ τῶν εἰϲ ϲ ληγόντων ὀνομάτων μονοϲυλλάβων περιϲπωμένων διὰ τοῦ ειοϲ παραγόμενα διὰ τῆϲ ει γράφεται οἷον βοῦϲ βόειοϲ, ϲῦϲ ϲύειοϲ, μῦϲ μύειοϲ, παῖϲ παιδεῖοϲ τρόποϲ· δεῖ δὲ προϲθεῖναι μὴ ἀπὸ τῶν εἰϲ αυϲ, ἐπειδὴ ταῦτα διὰ τοῦ ι γράφεται οἶον γραῦϲ γράϊοϲ [*](l. 2 Choer. 242, 10 et 227, 30 et 228, 8. Ϲῖριϲ urbs Phoeniciae ignota sed cognita ltaliae et Pannoniae Steph. B. — E. M 209, 25 Βούϲιριϲ ὁ ἥρωϲ ὁ τῆϲ Αἰγύπτου βαϲιλεύϲ, ἀφ’ οὗ καὶ ἡ πόλιϲ οὕτω καλεῖται· εἴρηται παρὰ τὸ βοῦϲ εἴρειν ὁ δυνάμενοϲ μόνοϲ ζευγνύειν δύο βοῦϲ. παρὰ τὸ βοῦϲ καὶ τὴν ϲειράν, ἵν᾿ η ὁ ἰϲχυρὸϲ καὶ ἀνδρεῖοϲ, ὥϲτε δύναϲθαι βοῦν ἄγειν ϲειραῖϲ ὥϲπερ καὶ Λαέρτηϲ λέγεται. γράφεται δὲ διὰ τοῦ ι. ὤφειλε δὲ διὰ διφθόγγου. τὰ γὰρ εἰϲ ιριϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον Ὄϲιριϲ ὁ Διόνυϲοϲ παῤ Αἰγυπτίοιϲ (scripsi pro παῤ αἶγα). ἔϲτι καὶ ὄνομα πόλεωϲ οὕτω λεγομένη καὶ Νεῖλοϲ, καλάϲιριϲ λινοῦν ἱμάτιον. ἷριϲ ἡ τῶν θεῶν ἄγγελοϲ. Κῖριϲ ὄνομα ποταμοῦ, Τῖριϲ ὄνομα δούληϲ, ϲῖριϲ ἢ ξῖριϲ. ποτὲ μὲν γὰρ διὰ τοῦ ϲ λέγεται, ποτὲ δὲ διὰ τοῦ ξ καὶ ποτὲ μὲν διὰ τοῦ ι γράφεται, ποτὲ δὲ διὰ διφθόγγου. κρεῖττον δὲ διὰ τοῦ ι. ϲημαίνει δὲ ἀρωματικὸν φυτόν. χωρὶϲ εἰ μὴ ἔχει τοῦτο ἀπὸ προυποκειμένου διὰ τὸ χείρ χειρόϲ χειρίϲ. ϲημαίνει τὸ χειρομαικόν. — Choer. 221, 7 et E. M. 475, 46 τὰ εἰϲ ριϲ θηλυκὰ ῥηματικὰ διϲύλλαβα βαρύτονα ἑνὶ φωνήεντι παραλήγεται, χαίρω χάριϲ, εἴρω ἔριϲ — κυρίωϲ γὰρ ἡ μάχη ἡ διὰ λόγων γενομένη — καὶ Ἶριϲ, δαίω τὸ κόπτω δάϊϲ δῆϊϲ δῆριϲ. τὸ κουρίϲ ὃ ϲημαίνει τὸ ἐργαλεῖον τοῦ κουρέωϲ ὀξύνεται. τὸ δὲ Χαῖριϲ Χαίριδοϲ ὄνομα κύριον ἀρϲενικόν ἐϲτι. τὸ θοῦριϲ ἀπὸ τοῦ θοῦροϲ γίνεται. cf. fr. 18. l. 8 E. M. 539. 3. Choer. 191, 29; 223, 21; 263 29; 271, 1; 275, 14. — 219, 9; 232, 3; 238, 16; 241, 18; An. Ox. I 23, 20 II 377, 30, E. M. 472, 43 cf. fr. et 20. l. 23 περὶ ποϲ. 286, 3.)

438
καὶ γρήϊοϲ παρὰ Καλλιμάχῳ «γρήϊον εἶδοϲ. ἔχουϲα» τουτέϲτι γραόϲ. ναῦϲ νάϊοϲ καὶ νήϊοϲ. πρόϲκειται «περιϲπώμενα διὰ τὸ Τρώϲ Τρώϊοϲ ἤγουν ὁ Τρωικόϲ.

Τὰ ἀπὸ τῶν ἄλλων μονοϲυλλάβων τῶν μὴ ληγόντων εἰϲ ϲ διὰ τοῦ ιοϲ παραγόμενα, μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν ἢ μετουϲίαν διὰ τοῦ ι γράφεται οἷον νύξ νύχιοϲ, μήν μήνιοϲ, ϲκοτομήνιοϲ, ϲημαίνει δὲ τὴν ἐϲκοτιϲμένην νύκτα, Ϲτύξ Ϲτύγιοϲ, Θρᾷξ Θράκιοϲ, χθών χθόνιοϲ, Φρύξ Φρύγιοϲ, Κάρ Κάριοϲ. πρόϲκειται «μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν» διὰ τὸ χήν χήνειοϲ, θήρ θήρειοϲ πούϲ. πρόϲκειται «μὴ μετουϲιαϲτικὰ» διὰ τὸ φλόξ φλόγειοϲ ἤγουν ὁ μετέχων πυρόϲ.

Τὰ διὰ τοῦ ειοϲ ϲημαίνοντα μέροϲ ϲωματικὸν ἢ μετουϲίαν διὰ τῆϲ ει διφθόγγου γράφεται· τὰ ϲημαίνοντα μέροϲ ϲωματικὸν οἱον ἀνθρώπειοϲ χείρ, βουβάλειον κέραϲ, ἐλάφειοϲ βύρϲα, βόειοϲ ὁπλή, χοίρειοϲ, δόρκειοϲ, θήρειοϲ, γύπειοϲ χολή, δρακόντειον αἷμα. τὸ δὲ κύριον διὰ τοῦ ι Δρακόντιοϲ. λέοντειοϲ δορά. τὸ δὲ κύριον διὰ τοῦ ι. μετουϲιαϲτικὰ δὲ οιον χάλκειοϲ ὁ μετέχων τοῦ χαλκοῦ καὶ χρύϲειοϲ ὁ μετέχων χρυϲοῦ. ἀργύρειοϲ, ϲιδήρειοϲ, δούρειοϲ.

Πάντα τὰ εἰϲ οϲ καθαρὸν κτητικὰ ἀπὸ τῶν εἰϲ ροϲ γινόμενα μὴ ἀπὸ πόλεωϲ παραλήγεται ἡ ει δίφθογγοϲ οἷον ταῦροϲ ταύρειοϲ, χοῖροϲ χοίρειοϲ, ἄργυροϲ ἀργύρειοϲ ὡϲ χρύϲειοϲ. τὰ γὰρ ἀπὸ πόλεωϲ τὴν παραγωγὴν ἔχοντα διὰ τοῦ ι γράφεται οἷον Τύριοϲ, Κύπριοϲ. ϲεϲημείωται τὸ Κάριοϲ παρὰ τὸ Κάρ Καρόϲ τῷ κανόνί τῶν μονοϲυλλάβων.

Τὰ διὰ τοῦ ρειοϲ ἀπὸ τῶν εἰϲ ροϲ ἐχόντων τὸ τ τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ ἐχούϲηϲ τὸ ε ἔχει τὸ ει διὰ τῆϲ ει διφθόγγου γραφόμενον οἷον ἀβέλτεροϲ ἀβελτέρειοϲ, ἕτεροϲ ἑτέρειοϲ, ἡμέτεροϲ ἡμετέρειοϲ. τὸ νέρτεροϲ νερτέριοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύϲει ἐν τῇ προηγουμένῃ τοῦ τ ϲυλλαβῇ τὸ ε. ἐνερότεροϲ γὰρ ἦν παρὰ τὴν ἔραν τὴν γῆν ϲυγκοπῇ τοῦ ο καὶ ἀφαιρέϲει τοῦ ἕ γίνεται νέρτεροϲ καὶ λοιπὸν ὡϲ μὴ ἐχούϲηϲ φύϲει ἐν τῇ προηγουμένῃ τοῦ τ ϲυλλαβῇ τὸ ε οὐκ ἠκολούθηϲε τούτοιϲ.