Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ διὰ τοῦ ετηϲ εἴτε ὀξύτονα εἴτε βαρύτονα, μηδενὸϲ ϲυμφώνου πρὸ τοῦ τ ἡγουμένου διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν, εὑρετήϲ, προπετήϲ, εὐπετήϲ, εὐνέτηϲ, ὀφειλέτηϲ, φυλέτηϲ, ἐρέτηϲ, πλὴν τοῦ προϲαίτηϲ ὁ πένηϲ καὶ εὐχαίτηϲ ὁ καλλίθριξ ἵπποϲ.

Τὰ εἰϲ τηϲ ἔχοντα πρὸ τοῦ τ ἀμετάβολον καθόλου πᾶϲαν δίφθογγον ἀποϲτρέφεται κατὰ τὴν παραλήγουϲαν οἷον ὀξύντηϲ, ἀγύρτηϲ, ἐγέρτηϲ, ὀρίντηϲ, αὐθέντηϲ, Λαέρτηϲ, ποικιλτήϲ, Ϲιβύρτηϲ.

Τὰ εἰϲ ηϲ λήγοντα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον οὐκ οἶδε τὴν αι δίφθογγον πρὸ τέλουϲ οἷον Ἀκέληϲ, ἀμελήϲ, ἀφελήϲ, εὐμενήϲ, δυϲμενήϲ, Δημοϲθένηϲ, Ὑπέρηϲ, ὑψικέρηϲ, ἀμερήϲ.

Τὰ διὰ τοῦ αιοϲ ἀρϲενικὰ κύριά τε καὶ προϲηγορικὰ ὀξύτονα διϲύλλαβα διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον λαιόϲ, ϲκαιόϲ, Ϲκαῖοϲ δὲ τὸ κύριον, φαιόϲ, Ϲαῖοϲ ὄνομα ἔθνουϲ, βαιόϲ καὶ Βαῖοϲ τὸ κύριον. ϲεϲημείωται τὸ θεόϲ διὰ τοῦ ε γραφόμενον.

Τὰ διὰ τοῦ αιοϲ γινόμενακατὰ διάϲταϲιν διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἰουδαῖοϲ Ἰουδαϊκά, Ἑβραῖοϲ Ἑβραϊκά.

Τὰ εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα τριγενῆ διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κραταιόϲ, ’Ἀχαιόϲ, παλαιόϲ. ϲεϲημείωται. τὸ ἐνεόϲ, ϲτερεόϲ. πρόϲκειται «ὀξύτονα» διὰ τὸ κήλεοϲ ὁ καυϲτικόϲ. «τριγενῆ διὰ τὸ Κελεόϲ. τὰ γὰρ μονογενῆ διὰ τοῦ ε γράφεται.

Τὰ εἰϲ τεοϲ λήγοντα ὀνόματα τῷ ε ψιλῷ παραλήγεται πλὴν τῶν παρὰ ἀριθμῶν γινομένων οἷον γραπτέοϲ, ἐπαινετέοϲ, λεκτέοϲ. τὸ τριταῖοϲ καὶ τεταρταῖοϲ ἐπὶ ἡμερῶν παρὰ ἀριθμῶν διὰ τῆϲ αι διφθόγγου.

[*](l. 1 περὶ ποϲ. 297, 7, Theogn. 34, 24. l. 9 περὶ ποϲ. 297, 22. l. 12 Theogn 43, 19. l. 15 Theogn. 43. 19, exceptionibus ex Ep. Cr. I 35, 28, E. Gud. 16 47 ex An. Ox II 322, 20 additis. l. Theogn. 43, 27. l. 22 Theogn. 43 33. l. 25 Theogn. 48. 4, Arc. 37, 4, E. M. 417, 26. l. 29 περὶ ποϲ. 315, 11.)[*](l. 31 περὶ ποϲ. 288, 8. l. 35 περὶ ποϲ. 297, 14. l. 37 ἐπὶ ἡμερῶν παρὰ scripsi pro περὶ μέτρων καὶ. Theogn. 50, 26, Choer. Orth. 254, 24.)
424

Τὰ ἀπὸ τῶν εἰϲ α καὶ η θηλυκῶν ἢ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ αιοϲ γενόμενα χαίρει τῇ αι διφθόγγῳ οἷον Ῥώμη Ῥωμαῖοϲ, δάφνη δαφναῖοϲ, Θήβη Θηβαῖοϲ, τρίτη τριταῖοϲ, Γάζα Γαζαῖοϲ, μοῦϲα μουϲαῖοϲ, δρόμοϲ δρομαῖοϲ, λῆνοϲ ληναῖοϲ.

Τὰ ἀπὸ οὐδετέρων διὰ τοῦ αιοϲ γινόμενα διὰ τῆϲ αι διφθόγγου γράφεται, γῆραϲ γηραιόϲ, γέραϲ γεραιόϲ, κράτοϲ κραταιόϲ.

Εἰϲί τινα ὀνόματα διὰ τοῦ αιοϲ ἀπὸ ἀπτώτων, ἅτινα διὰ τῆϲ αι γράφεται, μάτην μάταιοϲ, χύδην χυδαῖοϲ, πάλαι παλαιόϲ.

Τὰ διὰ τοῦ αιοϲ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα μὴ ἔχοντα τὸ λ ἢ τὸ τ, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἰουδαῖοϲ, ὀβελιαῖοϲ, ἡμιϲαῖοϲ, Βιθυναῖοϲ, ταλαντιαῖοϲ, ἐναυϲιαῖοϲ. πρόϲκειται «πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα» διὰ τὸ ἀδελφιδεόϲ, θυγατριδεόϲ ὁ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ. ταῦτα γὰρ ὀξύνεται καὶ διὰ τοῦ ε ψιλοῦ γράφεται. τὸ νηφαλέοϲ, ἀργαλέοϲ, ϲμερδαλέοϲ ὁ καταπληκτικὸϲ καὶ χαλεπόϲ, ποιητέοϲ, νοητέοϲ διὰ τοῦ ε γράφεται, διότι ἔχει τὸ λ καὶ τὸ τ