Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ εων λήγοντα ὀξύτονα, ὧν ἡ γενικὴ διὰ τοῦ ωνοϲ ἐκφέρεται, διὰ τοῦ ε ψιλοῦ γράφεται δίχα τῶν γινομένων παρὰ πρωτοτύπων διὰ τῆϲ αι οἷον ϲυφεών, ἀνδρεών, λυμεών, ἀπατεών. τὸ δὲ ἐλαιών διὰ τῆϲ αι διφθόγγου γραφόμενον οὐκ ἐναντιοῦται. ἀπὸ γὰρ τοῦ ἐλαία, ὡϲαύτωϲ καὶ Ἑκατομβαιών παρὰ τὸ ἑκατομβαῖοϲ.