Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

5. Choer. Dict. 124, 17: ἐϲτι τῷ κυανοχαίτῃ καὶ γίνεται κατὰ μεταπλαϲμὸν τῷ κυανοχαῖτα καὶ οὐκ ἔχει προϲγεγραμμένον τὸ ι οἷον ὡϲ παρὰ Ἀντιμάχῳ «πατρί τε κυανοχαῖτα Ποϲειδάωνι πεποιθώϲ».

[*](ad fr. *2. Non alienum iudico hic subiicere quae de pronunciatione iota ineffabilis a Choerobosco eodem loco proferuntur, quorum certe ea particula quae cur ι infirmissima omnium vocalium sit, exponit, ex Herodiani libro περὶ ϲυντάξεωϲ ϲτοιχείων prompta videtur. Δεῖ γινώϲκειν ὅτι οἱ μὲν γραμματικοὶ ὡϲ πρὸϲ τὴν ἐκφώνηϲιν ἀποβλέποντεϲ λέγουϲι τὸ ι ἀνεκφώνητον εἶναι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω οἷον τῷ Χρύϲῃ, τῷ ϲοφῷ, τῷ Αἰνείᾳ. οἱ δὲ μουϲικοὶ τῆϲ ἀκριβείαϲ φροντίζοντεϲ λέγουϲιν, ὅτι ἐκφωνεῖται μέν, οὐκ ἐξακούεται δὲ διὰ τὸ μέγεθοϲ τῶν μακρῶν φωνηέντων. Εἰ γὰρ φωνῆέν ἐϲτι, φαϲίν, πῶϲ δύναται ἀνεκφώνητον εἶναι; ἀλλ᾿  ὥϲπερ αὐλοῦ φαϲι καὶ ὀργάνου ἠχούντων ὁ αὐλὸϲ οὐκ ἐξακούεται διὰ τὸ μείζονα ἦχον ἔχειν τὸ ὄργανον καὶ τὸν τοῦ αὐλοῦ ἦχον ἀϲθενέϲτερον ὄντα, τὸν αὐτὸν τρόπον καὶ τὸ ι ἀϲθενέϲτερον ὑπάρχον πάντων τῶν φωνηέντων, ἡνίκα εὑρεθῇ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ ϲυλλαβῇ, οὐκ ἐξακούεται διὰ τὸ μέγεοϲ τούτων· ὅτι δὲ ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων δῆλον ἐντεῦθεν κτλ., quae posui in fragmentis libri περὶ ϲυντάξεωϲ ϲτοιχείων 5.)
422