Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

2. Choer. Dict. 100, 34: Τότε εὑρίϲκεται τὸ ι ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ ϲυλλαβῇ οἷον τῷ κοχλίᾳ, τῷ Χρύϲῃ, τῷ καλῷ. πρόϲκειται «ἐν μιᾷ ϲυλλαβῇ» διὰ τὸ Λάϊοϲ (ἔϲτι δὲ ὄνομα κύριον) καὶ ἠϊών ὁ αἰγιαλόϲ καὶ ἥρωϊ. Ἰδοὺ γὰρ ἐνταῦθα τὸ ι μετὰ τοῦ α μακροῦ καὶ μετὰ τοῦ η καὶ μετὰ τοῦ ω οὐκ ἔϲτιν ἀνεκφώνητον, ἀλλ᾿  ἐκφωνούμενον οἷον Λάχητι, λέβητι, ἡδέϊ, ταχέϊ, τῇ Ϲαπφόϊ, τῇ Λητόϊ.